John 8
Learning to read Greek? Start with the alphabet.
The Woman Caught in Adultery
1Ἰησοῦς δὲ ἐπορεύθη εἰς τὸ ὄρος τῶν ἐλαιῶν
2Ὄρθρου δὲ πάλιν παρεγένετο εἰς τὸ ἱερόν καὶ πᾶς ὁ λαὸς ἤρχετο πρὸς αὐτόν καὶ καθίσας ἐδίδασκεν αὐτούς3ἄγουσιν δὲ οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι πρὸς αὐτὸν γυναῖκα ἐπὶ μοιχείᾳ κατειλημμένην καὶ στήσαντες αὐτὴν ἐν μέσῳ4λέγουσιν αὐτῷ Διδάσκαλε αὕτη ἡ γυνὴ κατείληπται ἐπ’ αυτοφώρῳ μοιχευομένη5ἐν δὲ τῷ νόμῳ Μωϋσῆς ἡμῖν ἐνετείλατο τὰς τοιαύτας λιθάζειν σὺ οὖν τί λέγεις
6Τοῦτο δὲ ἔλεγον πειράζοντες αὐτόν ἵνα ἔχωσιν κατηγορεῖν αὐτοῦ ὁ δὲ Ἰησοῦς κάτω κύψας τῷ δακτύλῳ κατέγραφεν εἰς τὴν γῆν
7Ὡς δὲ ἐπέμενον ἐρωτῶντες αὐτόν ἀνέκυψεν καὶ εἶπεν αὐτοῖς Ὁ ἀναμάρτητος ὑμῶν πρῶτος τὸν λίθον ἐπ’ αὐτῇ βαλέτω8καὶ πάλιν κάτω¦κύψας ἔγραφεν εἰς τὴν γῆν
9Οἱ δὲ ἀκούσαντες ἐξήρχοντο εἷς καθ‿ εἷς ἀρξάμενοι ἀπὸ τῶν πρεσβυτέρων ἕως τῶν ἐσχάτων καὶ κατελείφθη μόνος ὁ Ἰησοῦς καὶ ἡ γυνὴ ἐν μέσῳ οὖσα10ἀνακύψας δὲ ὁ Ἰησοῦς εἶπεν αὐτῇ Ἡ Γύναι ποῦ εἰσιν ἐκεῖνοι οἱ κατήγοροί σου οὐδείς σε κατέκρινεν
11Ἡ δὲ εἶπεν Οὐδείς κύριε Εἶπεν δὲ αὐτῇ ὁ Ἰησοῦς Οὐδὲ ἐγώ σε κατακρίνω πορεύου καὶ ἀπὸ τοῦ νῦν μηκέτι ἁμάρτανε
Jesus the Light of the World
12Πάλιν οὖν αὐτοῖς ἐλάλησεν ὁ Ἰησοῦς λέγων Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου ὁ ἀκολουθῶν ἐμοὶ οὐ μὴ περιπατήσῃ ἐν τῇ σκοτίᾳ ἀλλ’ ἕξει τὸ φῶς τῆς ζωῆς
13Εἶπον οὖν αὐτῷ οἱ Φαρισαῖοι Σὺ περὶ σεαυτοῦ μαρτυρεῖς ἡ μαρτυρία σου οὐκ ἔστιν ἀληθής
14Ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτοῖς Κἂν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ ἀληθής ἐστιν ἡ μαρτυρία μου ὅτι οἶδα πόθεν ἦλθον καὶ ποῦ ὑπάγω ὑμεῖς δὲ οὐκ οἴδατε πόθεν ἔρχομαι ἢ ποῦ ὑπάγω15Ὑμεῖς κατὰ τὴν σάρκα κρίνετε ἐγὼ οὐ κρίνω οὐδένα16καὶ ἐὰν κρίνω δὲ ἐγώ ἡ κρίσις ἡ ἐμὴ ἀληθινή ἐστιν ὅτι μόνος οὐκ εἰμί ἀλλ’ ἐγὼ καὶ ὁ πέμψας με πατήρ17Καὶ ἐν τῷ νόμῳ δὲ τῷ ὑμετέρῳ γέγραπται ὅτι δύο ἀνθρώπων ἡ μαρτυρία ἀληθής ἐστιν18ἐγώ εἰμι ὁ μαρτυρῶν περὶ ἐμαυτοῦ καὶ μαρτυρεῖ περὶ ἐμοῦ ὁ πέμψας με Πατήρ
19Ἔλεγον οὖν αὐτῷ Ποῦ ἐστιν ὁ Πατήρ σου Ἀπεκρίθη Ἰησοῦς Οὔτε ἐμὲ οἴδατε οὔτε τὸν Πατέρα μου εἰ ἐμὲ ᾔδειτε καὶ τὸν Πατέρα μου ἂν ᾔδειτε
20Ταῦτα τὰ ῥήματα ἐλάλησεν ἐν τῷ γαζοφυλακίῳ διδάσκων ἐν τῷ ἱερῷ καὶ οὐδεὶς ἐπίασεν αὐτόν ὅτι οὔπω ἐληλύθει ἡ ὥρα αὐτοῦ
21Εἶπεν οὖν πάλιν αὐτοῖς Ἐγὼ ὑπάγω καὶ ζητήσετέ με καὶ ἐν τῇ ἁμαρτίᾳ ὑμῶν ἀποθανεῖσθε ὅπου ἐγὼ ὑπάγω ὑμεῖς οὐ δύνασθε ἐλθεῖν
22Ἔλεγον οὖν οἱ Ἰουδαῖοι Μήτι ἀποκτενεῖ ἑαυτὸν ὅτι λέγει Ὅπου ἐγὼ ὑπάγω ὑμεῖς οὐ δύνασθε ἐλθεῖν
23Καὶ ἔλεγεν αὐτοῖς Ὑμεῖς ἐκ τῶν κάτω ἐστέ ἐγὼ ἐκ τῶν ἄνω εἰμί ὑμεῖς ἐκ τούτου τοῦ κόσμου ἐστέ ἐγὼ οὐκ εἰμὶ ἐκ τοῦ κόσμου τούτου24εἶπον οὖν ὑμῖν ὅτι ἀποθανεῖσθε ἐν ταῖς ἁμαρτίαις ὑμῶν ἐὰν γὰρ μὴ πιστεύσητε ὅτι ἐγώ εἰμι ἀποθανεῖσθε ἐν ταῖς ἁμαρτίαις ὑμῶν
25Ἔλεγον οὖν αὐτῷ Σὺ τίς εἶ Εἶπεν αὐτοῖς ὁ Ἰησοῦς Τὴν ἀρχὴν ὅ¦τι καὶ λαλῶ ὑμῖν26πολλὰ ἔχω περὶ ὑμῶν λαλεῖν καὶ κρίνειν ἀλλ’ ὁ πέμψας με ἀληθής ἐστιν κἀγὼ ἃ ἤκουσα παρ’ αὐτοῦ ταῦτα λαλῶ εἰς τὸν κόσμον
27Οὐκ ἔγνωσαν ὅτι τὸν Πατέρα αὐτοῖς ἔλεγεν28εἶπεν οὖν αὐτοῖς ὁ Ἰησοῦς Ὅταν ὑψώσητε τὸν Υἱὸν τοῦ ἀνθρώπου τότε γνώσεσθε ὅτι ἐγώ εἰμι καὶ ἀπ’ ἐμαυτοῦ ποιῶ οὐδέν ἀλλὰ καθὼς ἐδίδαξέν με ὁ Πατὴρ ταῦτα λαλῶ29καὶ ὁ πέμψας με μετ’ ἐμοῦ ἐστιν οὐκ ἀφῆκέν με μόνον ὅτι ἐγὼ τὰ ἀρεστὰ αὐτῷ ποιῶ πάντοτε
The Truth Will Set You Free
30Ταῦτα αὐτοῦ λαλοῦντος πολλοὶ ἐπίστευσαν εἰς αὐτόν31Ἔλεγεν οὖν ὁ Ἰησοῦς πρὸς τοὺς πεπιστευκότας αὐτῷ Ἰουδαίους Ἐὰν ὑμεῖς μείνητε ἐν τῷ λόγῳ τῷ ἐμῷ ἀληθῶς μαθηταί μού ἐστε32καὶ γνώσεσθε τὴν ἀλήθειαν καὶ ἡ ἀλήθεια ἐλευθερώσει ὑμᾶς
33Ἀπεκρίθησαν πρὸς αὐτόν Σπέρμα Ἀβραάμ ἐσμεν καὶ οὐδενὶ δεδουλεύκαμεν πώποτε πῶς σὺ λέγεις ὅτι Ἐλεύθεροι γενήσεσθε
34Ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς Ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν δοῦλός ἐστιν τῆς ἁμαρτίας35ὁ δὲ δοῦλος οὐ μένει ἐν τῇ οἰκίᾳ εἰς τὸν αἰῶνα ὁ υἱὸς μένει εἰς τὸν αἰῶνα36ἐὰν οὖν ὁ Υἱὸς ὑμᾶς ἐλευθερώσῃ ὄντως ἐλεύθεροι ἔσεσθε
37Οἶδα ὅτι σπέρμα Ἀβραάμ ἐστε ἀλλὰ ζητεῖτέ με ἀποκτεῖναι ὅτι ὁ λόγος ὁ ἐμὸς οὐ χωρεῖ ἐν ὑμῖν38ἃ ἐγὼ ἑώρακα παρὰ τῷ Πατρὶ λαλῶ καὶ ὑμεῖς οὖν ἃ ἠκούσατε παρὰ τοῦ πατρὸς ποιεῖτε
39Ἀπεκρίθησαν καὶ εἶπαν αὐτῷ Ὁ πατὴρ ἡμῶν Ἀβραάμ ἐστιν Λέγει αὐτοῖς ὁ Ἰησοῦς Εἰ τέκνα τοῦ Ἀβραάμ ἐστε τὰ ἔργα τοῦ Ἀβραὰμ ἐποιεῖτε40νῦν δὲ ζητεῖτέ με ἀποκτεῖναι ἄνθρωπον ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα ἣν ἤκουσα παρὰ τοῦ Θεοῦ τοῦτο Ἀβραὰμ οὐκ ἐποίησεν41ὑμεῖς ποιεῖτε τὰ ἔργα τοῦ πατρὸς ὑμῶν Εἶπαν οὖν αὐτῷ Ἡμεῖς ἐκ πορνείας οὐ γεγεννήμεθα ἕνα Πατέρα ἔχομεν τὸν Θεόν
42Εἶπεν αὐτοῖς ὁ Ἰησοῦς Εἰ ὁ Θεὸς Πατὴρ ὑμῶν ἦν ἠγαπᾶτε ἂν ἐμέ ἐγὼ γὰρ ἐκ τοῦ Θεοῦ ἐξῆλθον καὶ ἥκω οὐδὲ γὰρ ἀπ’ ἐμαυτοῦ ἐλήλυθα ἀλλ’ ἐκεῖνός με ἀπέστειλεν
43Διὰ τί τὴν λαλιὰν τὴν ἐμὴν οὐ γινώσκετε ὅτι οὐ δύνασθε ἀκούειν τὸν λόγον τὸν ἐμόν44ὑμεῖς ἐκ τοῦ πατρὸς τοῦ διαβόλου ἐστὲ καὶ τὰς ἐπιθυμίας τοῦ πατρὸς ὑμῶν θέλετε ποιεῖν ἐκεῖνος ἀνθρωποκτόνος ἦν ἀπ’ ἀρχῆς καὶ ἐν τῇ ἀληθείᾳ οὐκ ἔστηκεν ὅτι οὐκ ἔστιν ἀλήθεια ἐν αὐτῷ ὅταν λαλῇ τὸ ψεῦδος ἐκ τῶν ἰδίων λαλεῖ ὅτι ψεύστης ἐστὶν καὶ ὁ πατὴρ αὐτοῦ45ἐγὼ δὲ ὅτι τὴν ἀλήθειαν λέγω οὐ πιστεύετέ μοι
46Τίς ἐξ ὑμῶν ἐλέγχει με περὶ ἁμαρτίας εἰ ἀλήθειαν λέγω διὰ τί ὑμεῖς οὐ πιστεύετέ μοι47ὁ ὢν ἐκ τοῦ Θεοῦ τὰ ῥήματα τοῦ Θεοῦ ἀκούει διὰ τοῦτο ὑμεῖς οὐκ ἀκούετε ὅτι ἐκ τοῦ Θεοῦ οὐκ ἐστέ
Before Abraham Was Born, I Am
48Ἀπεκρίθησαν οἱ Ἰουδαῖοι καὶ εἶπαν αὐτῷ Οὐ καλῶς λέγομεν ἡμεῖς ὅτι Σαμαρίτης εἶ σὺ καὶ δαιμόνιον ἔχεις
49Ἀπεκρίθη Ἰησοῦς Ἐγὼ δαιμόνιον οὐκ ἔχω ἀλλὰ τιμῶ τὸν Πατέρα μου καὶ ὑμεῖς ἀτιμάζετέ με50ἐγὼ δὲ οὐ ζητῶ τὴν δόξαν μου ἔστιν ὁ ζητῶν καὶ κρίνων51ἀμὴν ἀμὴν λέγω ὑμῖν ἐάν τις τὸν ἐμὸν λόγον τηρήσῃ θάνατον οὐ μὴ θεωρήσῃ εἰς τὸν αἰῶνα
52Εἶπον οὖν αὐτῷ οἱ Ἰουδαῖοι Νῦν ἐγνώκαμεν ὅτι δαιμόνιον ἔχεις Ἀβραὰμ ἀπέθανεν καὶ οἱ προφῆται καὶ σὺ λέγεις Ἐάν τις τὸν λόγον μου τηρήσῃ οὐ μὴ γεύσηται θανάτου εἰς τὸν αἰῶνα53μὴ σὺ μείζων εἶ τοῦ πατρὸς ἡμῶν Ἀβραάμ ὅστις ἀπέθανεν καὶ οἱ προφῆται ἀπέθανον τίνα σεαυτὸν ποιεῖς
54Ἀπεκρίθη Ἰησοῦς Ἐὰν ἐγὼ δοξάσω ἐμαυτόν ἡ δόξα μου οὐδέν ἐστιν ἔστιν ὁ Πατήρ μου ὁ δοξάζων με ὃν ὑμεῖς λέγετε ὅτι Θεὸς ἡμῶν ἐστιν55καὶ οὐκ ἐγνώκατε αὐτόν ἐγὼ δὲ οἶδα αὐτόν κἂν εἴπω ὅτι οὐκ οἶδα αὐτόν ἔσομαι ὅμοιος ὑμῖν ψεύστης ἀλλὰ οἶδα αὐτὸν καὶ τὸν λόγον αὐτοῦ τηρῶ56Ἀβραὰμ ὁ πατὴρ ὑμῶν ἠγαλλιάσατο ἵνα ἴδῃ τὴν ἡμέραν τὴν ἐμήν καὶ εἶδεν καὶ ἐχάρη
57Εἶπον οὖν οἱ Ἰουδαῖοι πρὸς αὐτόν Πεντήκοντα ἔτη οὔπω ἔχεις καὶ Ἀβραὰμ ἑώρακας
58Εἶπεν αὐτοῖς Ἰησοῦς Ἀμὴν ἀμὴν λέγω ὑμῖν πρὶν Ἀβραὰμ γενέσθαι ἐγὼ εἰμί
59Ἦραν οὖν λίθους ἵνα βάλωσιν ἐπ’ αὐτόν Ἰησοῦς δὲ ἐκρύβη καὶ ἐξῆλθεν ἐκ τοῦ ἱεροῦ