1 Corinthians 15
Learning to read Greek? Start with the alphabet.
The Resurrection of Christ
1Γνωρίζω δὲ ὑμῖν ἀδελφοί τὸ εὐαγγέλιον ὃ εὐηγγελισάμην ὑμῖν ὃ καὶ παρελάβετε ἐν ᾧ καὶ ἑστήκατε2δι’ οὗ καὶ σῴζεσθε τίνι λόγῳ εὐηγγελισάμην ὑμῖν εἰ κατέχετε ἐκτὸς εἰ μὴ εἰκῇ ἐπιστεύσατε
3Παρέδωκα γὰρ ὑμῖν ἐν πρώτοις ὃ καὶ παρέλαβον ὅτι Χριστὸς ἀπέθανεν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν κατὰ τὰς γραφάς4καὶ ὅτι ἐτάφη καὶ ὅτι ἐγήγερται τῇ ἡμέρᾳ τῇ τρίτῃ κατὰ τὰς γραφάς5καὶ ὅτι ὤφθη Κηφᾷ εἶτα τοῖς δώδεκα6ἔπειτα ὤφθη ἐπάνω πεντακοσίοις ἀδελφοῖς ἐφάπαξ ἐξ ὧν οἱ πλείονες μένουσιν ἕως ἄρτι τινὲς δὲ ἐκοιμήθησαν7ἔπειτα ὤφθη Ἰακώβῳ εἶτα τοῖς ἀποστόλοις πᾶσιν8ἔσχατον δὲ πάντων ὡσπερεὶ τῷ ἐκτρώματι ὤφθη κἀμοί
9Ἐγὼ γάρ εἰμι ὁ ἐλάχιστος τῶν ἀποστόλων ὃς οὐκ εἰμὶ ἱκανὸς καλεῖσθαι ἀπόστολος διότι ἐδίωξα τὴν ἐκκλησίαν τοῦ Θεοῦ10χάριτι δὲ Θεοῦ εἰμι ὅ εἰμι καὶ ἡ χάρις αὐτοῦ ἡ εἰς ἐμὲ οὐ κενὴ ἐγενήθη ἀλλὰ περισσότερον αὐτῶν πάντων ἐκοπίασα οὐκ ἐγὼ δὲ ἀλλὰ ἡ χάρις τοῦ Θεοῦ ἡ σὺν ἐμοί11εἴτε οὖν ἐγὼ εἴτε ἐκεῖνοι οὕτως κηρύσσομεν καὶ οὕτως ἐπιστεύσατε
The Resurrection of the Dead
12Εἰ δὲ Χριστὸς κηρύσσεται ὅτι ἐκ νεκρῶν ἐγήγερται πῶς λέγουσιν ἐν ὑμῖν τινες ὅτι ἀνάστασις νεκρῶν οὐκ ἔστιν13εἰ δὲ ἀνάστασις νεκρῶν οὐκ ἔστιν οὐδὲ Χριστὸς ἐγήγερται14εἰ δὲ Χριστὸς οὐκ ἐγήγερται κενὸν ἄρα καὶ τὸ κήρυγμα ἡμῶν κενὴ καὶ ἡ πίστις ὑμῶν15εὑρισκόμεθα δὲ καὶ ψευδομάρτυρες τοῦ Θεοῦ ὅτι ἐμαρτυρήσαμεν κατὰ τοῦ Θεοῦ ὅτι ἤγειρεν τὸν Χριστόν ὃν οὐκ ἤγειρεν εἴπερ ἄρα νεκροὶ οὐκ ἐγείρονται
16Εἰ γὰρ νεκροὶ οὐκ ἐγείρονται οὐδὲ Χριστὸς ἐγήγερται17εἰ δὲ Χριστὸς οὐκ ἐγήγερται ματαία ἡ πίστις ὑμῶν ἐστίν ἔτι ἐστὲ ἐν ταῖς ἁμαρτίαις ὑμῶν18ἄρα καὶ οἱ κοιμηθέντες ἐν Χριστῷ ἀπώλοντο19εἰ ἐν τῇ ζωῇ ταύτῃ ἐν Χριστῷ ἠλπικότες ἐσμὲν μόνον ἐλεεινότεροι πάντων ἀνθρώπων ἐσμέν
The Order of Resurrection
20Νυνὶ δὲ Χριστὸς ἐγήγερται ἐκ νεκρῶν ἀπαρχὴ τῶν κεκοιμημένων21ἐπειδὴ γὰρ δι’ ἀνθρώπου θάνατος καὶ δι’ ἀνθρώπου ἀνάστασις νεκρῶν22ὥσπερ γὰρ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνήσκουσιν οὕτως καὶ ἐν τῷ Χριστῷ πάντες ζωοποιηθήσονται23Ἕκαστος δὲ ἐν τῷ ἰδίῳ τάγματι ἀπαρχὴ Χριστός ἔπειτα οἱ τοῦ Χριστοῦ ἐν τῇ παρουσίᾳ αὐτοῦ
24εἶτα τὸ τέλος ὅταν παραδιδῷ τὴν βασιλείαν τῷ Θεῷ καὶ Πατρί ὅταν καταργήσῃ πᾶσαν ἀρχὴν καὶ πᾶσαν ἐξουσίαν καὶ δύναμιν25δεῖ γὰρ αὐτὸν βασιλεύειν ἄχρι οὗ θῇ πάντας τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ26ἔσχατος ἐχθρὸς καταργεῖται ὁ θάνατος27Πάντα γὰρ Ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ ὅταν δὲ εἴπῃ ὅτι πάντα ὑποτέτακται δῆλον ὅτι ἐκτὸς τοῦ ὑποτάξαντος αὐτῷ τὰ πάντα28ὅταν δὲ ὑποταγῇ αὐτῷ τὰ πάντα τότε καὶ αὐτὸς ὁ Υἱὸς ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα ἵνα ᾖ ὁ Θεὸς τὰ πάντα ἐν πᾶσιν
29Ἐπεὶ τί ποιήσουσιν οἱ βαπτιζόμενοι ὑπὲρ τῶν νεκρῶν εἰ ὅλως νεκροὶ οὐκ ἐγείρονται τί καὶ βαπτίζονται ὑπὲρ αὐτῶν30τί καὶ ἡμεῖς κινδυνεύομεν πᾶσαν ὥραν31καθ’ ἡμέραν ἀποθνῄσκω νὴ τὴν ὑμετέραν καύχησιν ἀδελφοί ἣν ἔχω ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν32εἰ κατὰ ἄνθρωπον ἐθηριομάχησα ἐν Ἐφέσῳ τί μοι τὸ ὄφελος εἰ νεκροὶ οὐκ ἐγείρονται Φάγωμεν καὶ πίωμεν αὔριον γὰρ ἀποθνήσκομεν
33Μὴ πλανᾶσθε Φθείρουσιν ἤθη χρηστὰ ὁμιλίαι κακαί34ἐκνήψατε δικαίως καὶ μὴ ἁμαρτάνετε ἀγνωσίαν γὰρ Θεοῦ τινες ἔχουσιν πρὸς ἐντροπὴν ὑμῖν λαλῶ
The Resurrection Body
35Ἀλλὰ ἐρεῖ τις Πῶς ἐγείρονται οἱ νεκροί ποίῳ δὲ σώματι ἔρχονται36ἄφρων σὺ ὃ σπείρεις οὐ ζωοποιεῖται ἐὰν μὴ ἀποθάνῃ37καὶ ὃ σπείρεις οὐ τὸ σῶμα τὸ γενησόμενον σπείρεις ἀλλὰ γυμνὸν κόκκον εἰ τύχοι σίτου ἤ τινος τῶν λοιπῶν38ὁ δὲ Θεὸς δίδωσιν αὐτῷ σῶμα καθὼς ἠθέλησεν καὶ ἑκάστῳ τῶν σπερμάτων ἴδιον σῶμα
39Οὐ πᾶσα σὰρξ ἡ αὐτὴ σάρξ ἀλλὰ ἄλλη μὲν ἀνθρώπων ἄλλη δὲ σὰρξ κτηνῶν ἄλλη δὲ σὰρξ πτηνῶν ἄλλη δὲ ἰχθύων40καὶ σώματα ἐπουράνια καὶ σώματα ἐπίγεια ἀλλὰ ἑτέρα μὲν ἡ τῶν ἐπουρανίων δόξα ἑτέρα δὲ ἡ τῶν ἐπιγείων41ἄλλη δόξα ἡλίου καὶ ἄλλη δόξα σελήνης καὶ ἄλλη δόξα ἀστέρων ἀστὴρ γὰρ ἀστέρος διαφέρει ἐν δόξῃ
42Οὕτως καὶ ἡ ἀνάστασις τῶν νεκρῶν σπείρεται ἐν φθορᾷ ἐγείρεται ἐν ἀφθαρσίᾳ43σπείρεται ἐν ἀτιμίᾳ ἐγείρεται ἐν δόξῃ σπείρεται ἐν ἀσθενείᾳ ἐγείρεται ἐν δυνάμει44σπείρεται σῶμα ψυχικόν ἐγείρεται σῶμα πνευματικόν Εἰ ἔστιν σῶμα ψυχικόν ἔστιν καὶ πνευματικόν45οὕτως καὶ γέγραπται Ἐγένετο ὁ πρῶτος ἄνθρωπος Ἀδὰμ εἰς ψυχὴν ζῶσαν ὁ ἔσχατος Ἀδὰμ εἰς πνεῦμα ζωοποιοῦν
46Ἀλλ’ οὐ πρῶτον τὸ πνευματικὸν ἀλλὰ τὸ ψυχικόν ἔπειτα τὸ πνευματικόν47ὁ πρῶτος ἄνθρωπος ἐκ γῆς χοϊκός ὁ δεύτερος ἄνθρωπος ἐξ οὐρανοῦ48οἷος ὁ χοϊκός τοιοῦτοι καὶ οἱ χοϊκοί καὶ οἷος ὁ ἐπουράνιος τοιοῦτοι καὶ οἱ ἐπουράνιοι49καὶ καθὼς ἐφορέσαμεν τὴν εἰκόνα τοῦ χοϊκοῦ φορέσομεν καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου
Where, O Death, Is Your Victory?
50Τοῦτο δέ φημι ἀδελφοί ὅτι σὰρξ καὶ αἷμα βασιλείαν Θεοῦ κληρονομῆσαι οὐ δύναται οὐδὲ ἡ φθορὰ τὴν ἀφθαρσίαν κληρονομεῖ
51Ἰδοὺ μυστήριον ὑμῖν λέγω πάντες οὐ κοιμηθησόμεθα πάντες δὲ ἀλλαγησόμεθα52ἐν ἀτόμῳ ἐν ῥιπῇ ὀφθαλμοῦ ἐν τῇ ἐσχάτῃ σάλπιγγι σαλπίσει γάρ καὶ οἱ νεκροὶ ἐγερθήσονται ἄφθαρτοι καὶ ἡμεῖς ἀλλαγησόμεθα53δεῖ γὰρ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν καὶ τὸ θνητὸν τοῦτο ἐνδύσασθαι ἀθανασίαν
54Ὅταν δὲ τὸ φθαρτὸν τοῦτο ἐνδύσηται τὴν ἀφθαρσίαν καὶ τὸ θνητὸν τοῦτο ἐνδύσηται ἀθανασίαν τότε γενήσεται ὁ λόγος ὁ γεγραμμένος Κατεπόθη ὁ θάνατος εἰς νῖκος
55Ποῦ σου θάνατε τὸ νῖκος ποῦ σου θάνατε τὸ κέντρον
56Τὸ δὲ κέντρον τοῦ θανάτου ἡ ἁμαρτία ἡ δὲ δύναμις τῆς ἁμαρτίας ὁ νόμος57τῷ δὲ Θεῷ χάρις τῷ διδόντι ἡμῖν τὸ νῖκος διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ
58Ὥστε ἀδελφοί μου ἀγαπητοί ἑδραῖοι γίνεσθε ἀμετακίνητοι περισσεύοντες ἐν τῷ ἔργῳ τοῦ Κυρίου πάντοτε εἰδότες ὅτι ὁ κόπος ὑμῶν οὐκ ἔστιν κενὸς ἐν Κυρίῳ