1 Corinthians 14

Learning to read Greek? Start with the alphabet.

Prophecy and Tongues

1Διώκετε τὴν ἀγάπην ζηλοῦτε δὲ τὰ πνευματικά μᾶλλον δὲ ἵνα προφητεύητε2ὁ γὰρ λαλῶν γλώσσῃ οὐκ ἀνθρώποις λαλεῖ ἀλλὰ Θεῷ οὐδεὶς γὰρ ἀκούει πνεύματι δὲ λαλεῖ μυστήρια3ὁ δὲ προφητεύων ἀνθρώποις λαλεῖ οἰκοδομὴν καὶ παράκλησιν καὶ παραμυθίαν4ὁ λαλῶν γλώσσῃ ἑαυτὸν οἰκοδομεῖ ὁ δὲ προφητεύων ἐκκλησίαν οἰκοδομεῖ

5Θέλω δὲ πάντας ὑμᾶς λαλεῖν γλώσσαις μᾶλλον δὲ ἵνα προφητεύητε μείζων δὲ ὁ προφητεύων ἢ ὁ λαλῶν γλώσσαις ἐκτὸς εἰ μὴ διερμηνεύῃ ἵνα ἡ ἐκκλησία οἰκοδομὴν λάβῃ

6Νῦν δέ ἀδελφοί ἐὰν ἔλθω πρὸς ὑμᾶς γλώσσαις λαλῶν τί ὑμᾶς ὠφελήσω ἐὰν μὴ ὑμῖν λαλήσω ἢ ἐν ἀποκαλύψει ἢ ἐν γνώσει ἢ ἐν προφητείᾳ ἢ ἐν διδαχῇ7ὅμως τὰ ἄψυχα φωνὴν διδόντα εἴτε αὐλὸς εἴτε κιθάρα ἐὰν διαστολὴν τοῖς φθόγγοις μὴ δῷ πῶς γνωσθήσεται τὸ αὐλούμενον ἢ τὸ κιθαριζόμενον8Καὶ γὰρ ἐὰν ἄδηλον σάλπιγξ φωνὴν δῷ τίς παρασκευάσεται εἰς πόλεμον9οὕτως καὶ ὑμεῖς διὰ τῆς γλώσσης ἐὰν μὴ εὔσημον λόγον δῶτε πῶς γνωσθήσεται τὸ λαλούμενον ἔσεσθε γὰρ εἰς ἀέρα λαλοῦντες

10Τοσαῦτα εἰ τύχοι γένη φωνῶν εἰσιν ἐν κόσμῳ καὶ οὐδὲν ἄφωνον11ἐὰν οὖν μὴ εἰδῶ τὴν δύναμιν τῆς φωνῆς ἔσομαι τῷ λαλοῦντι βάρβαρος καὶ ὁ λαλῶν ἐν ἐμοὶ βάρβαρος

12Οὕτως καὶ ὑμεῖς ἐπεὶ ζηλωταί ἐστε πνευμάτων πρὸς τὴν οἰκοδομὴν τῆς ἐκκλησίας ζητεῖτε ἵνα περισσεύητε13Διὸ ὁ λαλῶν γλώσσῃ προσευχέσθω ἵνα διερμηνεύῃ14ἐὰν γὰρ προσεύχωμαι γλώσσῃ τὸ πνεῦμά μου προσεύχεται ὁ δὲ νοῦς μου ἄκαρπός ἐστιν

15Τί οὖν ἐστιν προσεύξομαι τῷ πνεύματι προσεύξομαι δὲ καὶ τῷ νοΐ ψαλῶ τῷ πνεύματι ψαλῶ δὲ καὶ τῷ νοΐ16ἐπεὶ ἐὰν εὐλογῇς ἐν πνεύματι ὁ ἀναπληρῶν τὸν τόπον τοῦ ἰδιώτου πῶς ἐρεῖ τὸ Ἀμήν ἐπὶ τῇ σῇ εὐχαριστίᾳ ἐπειδὴ τί λέγεις οὐκ οἶδεν17σὺ μὲν γὰρ καλῶς εὐχαριστεῖς ἀλλ’ ὁ ἕτερος οὐκ οἰκοδομεῖται

18Εὐχαριστῶ τῷ Θεῷ πάντων ὑμῶν μᾶλλον γλώσσαις λαλῶ19ἀλλὰ ἐν ἐκκλησίᾳ θέλω πέντε λόγους τῷ νοΐ μου λαλῆσαι ἵνα καὶ ἄλλους κατηχήσω ἢ μυρίους λόγους ἐν γλώσσῃ

20Ἀδελφοί μὴ παιδία γίνεσθε ταῖς φρεσίν ἀλλὰ τῇ κακίᾳ νηπιάζετε ταῖς δὲ φρεσὶν τέλειοι γίνεσθε21ἐν τῷ νόμῳ γέγραπται ὅτι Ἐν ἑτερογλώσσοις καὶ ἐν χείλεσιν ἑτέρων λαλήσω τῷ λαῷ τούτῳ καὶ οὐδ’ οὕτως εἰσακούσονταί μου λέγει Κύριος

22Ὥστε αἱ γλῶσσαι εἰς σημεῖόν εἰσιν οὐ τοῖς πιστεύουσιν ἀλλὰ τοῖς ἀπίστοις ἡ δὲ προφητεία οὐ τοῖς ἀπίστοις ἀλλὰ τοῖς πιστεύουσιν

23Ἐὰν οὖν συνέλθῃ ἡ ἐκκλησία ὅλη ἐπὶ τὸ αὐτὸ καὶ πάντες λαλῶσιν γλώσσαις εἰσέλθωσιν δὲ ἰδιῶται ἢ ἄπιστοι οὐκ ἐροῦσιν ὅτι μαίνεσθε24ἐὰν δὲ πάντες προφητεύωσιν εἰσέλθῃ δέ τις ἄπιστος ἢ ἰδιώτης ἐλέγχεται ὑπὸ πάντων ἀνακρίνεται ὑπὸ πάντων25τὰ κρυπτὰ τῆς καρδίας αὐτοῦ φανερὰ γίνεται καὶ οὕτως πεσὼν ἐπὶ πρόσωπον προσκυνήσει τῷ Θεῷ ἀπαγγέλλων ὅτι Ὄντως ὁ Θεὸς ἐν ὑμῖν ἐστιν

Orderly Worship

26Τί οὖν ἐστιν ἀδελφοί ὅταν συνέρχησθε ἕκαστος ψαλμὸν ἔχει διδαχὴν ἔχει ἀποκάλυψιν ἔχει γλῶσσαν ἔχει ἑρμηνείαν ἔχει πάντα πρὸς οἰκοδομὴν γινέσθω

27Εἴτε γλώσσῃ τις λαλεῖ κατὰ δύο ἢ τὸ πλεῖστον τρεῖς καὶ ἀνὰ μέρος καὶ εἷς διερμηνευέτω28ἐὰν δὲ μὴ ᾖ διερμηνευτής σιγάτω ἐν ἐκκλησίᾳ ἑαυτῷ δὲ λαλείτω καὶ τῷ Θεῷ

29Προφῆται δὲ δύο ἢ τρεῖς λαλείτωσαν καὶ οἱ ἄλλοι διακρινέτωσαν30ἐὰν δὲ ἄλλῳ ἀποκαλυφθῇ καθημένῳ ὁ πρῶτος σιγάτω31δύνασθε γὰρ καθ’ ἕνα πάντες προφητεύειν ἵνα πάντες μανθάνωσιν καὶ πάντες παρακαλῶνται32καὶ πνεύματα προφητῶν προφήταις ὑποτάσσεται33οὐ γάρ ἐστιν ἀκαταστασίας ὁ Θεὸς ἀλλὰ εἰρήνης Ὡς ἐν πάσαις ταῖς ἐκκλησίαις τῶν ἁγίων

34αἱ γυναῖκες ἐν ταῖς ἐκκλησίαις σιγάτωσαν οὐ γὰρ ἐπιτρέπεται αὐταῖς λαλεῖν ἀλλὰ ὑποτασσέσθωσαν καθὼς καὶ ὁ νόμος λέγει35εἰ δέ τι μαθεῖν θέλουσιν ἐν οἴκῳ τοὺς ἰδίους ἄνδρας ἐπερωτάτωσαν αἰσχρὸν γάρ ἐστιν γυναικὶ λαλεῖν ἐν ἐκκλησίᾳ

36Ἢ ἀφ’ ὑμῶν ὁ λόγος τοῦ Θεοῦ ἐξῆλθεν ἢ εἰς ὑμᾶς μόνους κατήντησεν37Εἴ τις δοκεῖ προφήτης εἶναι ἢ πνευματικός ἐπιγινωσκέτω ἃ γράφω ὑμῖν ὅτι Κυρίου ἐστὶν ἐντολή38εἰ δέ τις ἀγνοεῖ ἀγνοεῖται

39Ὥστε ἀδελφοί μου ζηλοῦτε τὸ προφητεύειν καὶ τὸ λαλεῖν μὴ κωλύετε γλώσσαις40πάντα δὲ εὐσχημόνως καὶ κατὰ τάξιν γινέσθω