1 Corinthians 13

Learning to read Greek? Start with the alphabet.

Love

1Ἐὰν ταῖς γλώσσαις τῶν ἀνθρώπων λαλῶ καὶ τῶν ἀγγέλων ἀγάπην δὲ μὴ ἔχω γέγονα χαλκὸς ἠχῶν ἢ κύμβαλον ἀλαλάζον2καὶ ἐὰν ἔχω προφητείαν καὶ εἰδῶ τὰ μυστήρια πάντα καὶ πᾶσαν τὴν γνῶσιν καὶ ἐὰν ἔχω πᾶσαν τὴν πίστιν ὥστε ὄρη μεθιστάναι ἀγάπην δὲ μὴ ἔχω οὐθέν εἰμι3καὶ ἐὰν ψωμίσω πάντα τὰ ὑπάρχοντά μου καὶ ἐὰν παραδῶ τὸ σῶμά μου ἵνα καυχήσωμαι ἀγάπην δὲ μὴ ἔχω οὐδὲν ὠφελοῦμαι

4Ἡ ἀγάπη μακροθυμεῖ χρηστεύεται ἡ ἀγάπη οὐ ζηλοῖ ἡ ἀγάπη οὐ περπερεύεται οὐ φυσιοῦται5οὐκ ἀσχημονεῖ οὐ ζητεῖ τὰ ἑαυτῆς οὐ παροξύνεται οὐ λογίζεται τὸ κακόν6οὐ χαίρει ἐπὶ τῇ ἀδικίᾳ συνχαίρει δὲ τῇ ἀληθείᾳ7πάντα στέγει πάντα πιστεύει πάντα ἐλπίζει πάντα ὑπομένει

8Ἡ ἀγάπη οὐδέποτε πίπτει εἴτε δὲ προφητεῖαι καταργηθήσονται εἴτε γλῶσσαι παύσονται εἴτε γνῶσις καταργηθήσεται9ἐκ μέρους γὰρ γινώσκομεν καὶ ἐκ μέρους προφητεύομεν10ὅταν δὲ ἔλθῃ τὸ τέλειον τὸ ἐκ μέρους καταργηθήσεται

11Ὅτε ἤμην νήπιος ἐλάλουν ὡς νήπιος ἐφρόνουν ὡς νήπιος ἐλογιζόμην ὡς νήπιος ὅτε γέγονα ἀνήρ κατήργηκα τὰ τοῦ νηπίου12βλέπομεν γὰρ ἄρτι δι’ ἐσόπτρου ἐν αἰνίγματι τότε δὲ πρόσωπον πρὸς πρόσωπον ἄρτι γινώσκω ἐκ μέρους τότε δὲ ἐπιγνώσομαι καθὼς καὶ ἐπεγνώσθην

13Νυνὶ δὲ μένει πίστις ἐλπίς ἀγάπη τὰ τρία ταῦτα μείζων δὲ τούτων ἡ ἀγάπη