Galatians 5
Learning to read Greek? Start with the alphabet.
Freedom in Christ
1Τῇ ἐλευθερίᾳ ἡμᾶς Χριστὸς ἠλευθέρωσεν στήκετε οὖν καὶ μὴ πάλιν ζυγῷ δουλείας ἐνέχεσθε
2Ἴδε ἐγὼ Παῦλος λέγω ὑμῖν ὅτι ἐὰν περιτέμνησθε Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει3μαρτύρομαι δὲ πάλιν παντὶ ἀνθρώπῳ περιτεμνομένῳ ὅτι ὀφειλέτης ἐστὶν ὅλον τὸν νόμον ποιῆσαι4κατηργήθητε ἀπὸ Χριστοῦ οἵτινες ἐν νόμῳ δικαιοῦσθε τῆς χάριτος ἐξεπέσατε
5Ἡμεῖς γὰρ Πνεύματι ἐκ πίστεως ἐλπίδα δικαιοσύνης ἀπεκδεχόμεθα6ἐν γὰρ Χριστῷ Ἰησοῦ οὔτε περιτομή τι ἰσχύει οὔτε ἀκροβυστία ἀλλὰ πίστις δι’ ἀγάπης ἐνεργουμένη
7Ἐτρέχετε καλῶς τίς ὑμᾶς ἐνέκοψεν τῇ ἀληθείᾳ μὴ πείθεσθαι8ἡ πεισμονὴ οὐκ ἐκ τοῦ καλοῦντος ὑμᾶς9μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ10ἐγὼ πέποιθα εἰς ὑμᾶς ἐν Κυρίῳ ὅτι οὐδὲν ἄλλο φρονήσετε ὁ δὲ ταράσσων ὑμᾶς βαστάσει τὸ κρίμα ὅστις ἐὰν ᾖ
11Ἐγὼ δέ ἀδελφοί εἰ περιτομὴν ἔτι κηρύσσω τί ἔτι διώκομαι ἄρα κατήργηται τὸ σκάνδαλον τοῦ σταυροῦ12Ὄφελον καὶ ἀποκόψονται οἱ ἀναστατοῦντες ὑμᾶς
13Ὑμεῖς γὰρ ἐπ’ ἐλευθερίᾳ ἐκλήθητε ἀδελφοί μόνον μὴ τὴν ἐλευθερίαν εἰς ἀφορμὴν τῇ σαρκί ἀλλὰ διὰ τῆς ἀγάπης δουλεύετε ἀλλήλοις14ὁ γὰρ πᾶς νόμος ἐν ἑνὶ λόγῳ πεπλήρωται ἐν τῷ Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν15εἰ δὲ ἀλλήλους δάκνετε καὶ κατεσθίετε βλέπετε μὴ ὑπ’ ἀλλήλων ἀναλωθῆτε
Walking by the Spirit
16Λέγω δέ Πνεύματι περιπατεῖτε καὶ ἐπιθυμίαν σαρκὸς οὐ μὴ τελέσητε17ἡ γὰρ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ Πνεύματος τὸ δὲ Πνεῦμα κατὰ τῆς σαρκός ταῦτα γὰρ ἀλλήλοις ἀντίκειται ἵνα μὴ ἃ ἐὰν θέλητε ταῦτα ποιῆτε18εἰ δὲ Πνεύματι ἄγεσθε οὐκ ἐστὲ ὑπὸ νόμον
19Φανερὰ δέ ἐστιν τὰ ἔργα τῆς σαρκός ἅτινά ἐστιν πορνεία ἀκαθαρσία ἀσέλγεια20εἰδωλολατρία φαρμακεία ἔχθραι ἔρις ζῆλος θυμοί ἐριθεῖαι διχοστασίαι αἱρέσεις21φθόνοι μέθαι κῶμοι καὶ τὰ ὅμοια τούτοις ἃ προλέγω ὑμῖν καθὼς προεῖπον ὅτι οἱ τὰ τοιαῦτα πράσσοντες βασιλείαν Θεοῦ οὐ κληρονομήσουσιν
22Ὁ δὲ καρπὸς τοῦ Πνεύματός ἐστιν ἀγάπη χαρά εἰρήνη μακροθυμία χρηστότης ἀγαθωσύνη πίστις23πραΰτης ἐγκράτεια κατὰ τῶν τοιούτων οὐκ ἔστιν νόμος
24Οἱ δὲ τοῦ Χριστοῦ Ἰησοῦ τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασιν καὶ ταῖς ἐπιθυμίαις25Εἰ ζῶμεν Πνεύματι Πνεύματι καὶ στοιχῶμεν26μὴ γινώμεθα κενόδοξοι ἀλλήλους προκαλούμενοι ἀλλήλοις φθονοῦντες