Luke 20

Learning to read Greek? Start with the alphabet.

Jesus’ Authority Challenged

1Καὶ ἐγένετο ἐν μιᾷ τῶν ἡμερῶν διδάσκοντος αὐτοῦ τὸν λαὸν ἐν τῷ ἱερῷ καὶ εὐαγγελιζομένου ἐπέστησαν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς σὺν τοῖς πρεσβυτέροις2καὶ εἶπαν λέγοντες πρὸς αὐτόν Εἰπὸν ἡμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς ἢ τίς ἐστιν ὁ δούς σοι τὴν ἐξουσίαν ταύτην

3Ἀποκριθεὶς δὲ εἶπεν πρὸς αὐτούς Ἐρωτήσω ὑμᾶς κἀγὼ λόγον καὶ εἴπατέ μοι4Τὸ βάπτισμα Ἰωάννου ἐξ οὐρανοῦ ἦν ἢ ἐξ ἀνθρώπων

5Οἱ δὲ συνελογίσαντο πρὸς ἑαυτοὺς λέγοντες ὅτι Ἐὰν εἴπωμεν Ἐξ οὐρανοῦ ἐρεῖ Διὰ τί οὐκ ἐπιστεύσατε αὐτῷ6ἐὰν δὲ εἴπωμεν Ἐξ ἀνθρώπων ὁ λαὸς ἅπας καταλιθάσει ἡμᾶς πεπεισμένος γάρ ἐστιν Ἰωάννην προφήτην εἶναι

7Καὶ ἀπεκρίθησαν μὴ εἰδέναι πόθεν

8Καὶ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς Οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ

The Parable of the Wicked Tenants

9Ἤρξατο δὲ πρὸς τὸν λαὸν λέγειν τὴν παραβολὴν ταύτην Ἄνθρωπος τις ἐφύτευσεν ἀμπελῶνα καὶ ἐξέδετο αὐτὸν γεωργοῖς καὶ ἀπεδήμησεν χρόνους ἱκανούς10καὶ καιρῷ ἀπέστειλεν πρὸς τοὺς γεωργοὺς δοῦλον ἵνα ἀπὸ τοῦ καρποῦ τοῦ ἀμπελῶνος δώσουσιν αὐτῷ οἱ δὲ γεωργοὶ ἐξαπέστειλαν αὐτὸν δείραντες κενόν

11Καὶ προσέθετο ἕτερον πέμψαι δοῦλον οἱ δὲ κἀκεῖνον δείραντες καὶ ἀτιμάσαντες ἐξαπέστειλαν κενόν

12Καὶ προσέθετο τρίτον πέμψαι οἱ δὲ καὶ τοῦτον τραυματίσαντες ἐξέβαλον

13Εἶπεν δὲ ὁ κύριος τοῦ ἀμπελῶνος Τί ποιήσω πέμψω τὸν υἱόν μου τὸν ἀγαπητόν ἴσως τοῦτον ἐντραπήσονται

14Ἰδόντες δὲ αὐτὸν οἱ γεωργοὶ διελογίζοντο πρὸς ἀλλήλους λέγοντες Οὗτός ἐστιν ὁ κληρονόμος ἀποκτείνωμεν αὐτόν ἵνα ἡμῶν γένηται ἡ κληρονομία15καὶ ἐκβαλόντες αὐτὸν ἔξω τοῦ ἀμπελῶνος ἀπέκτειναν Τί οὖν ποιήσει αὐτοῖς ὁ κύριος τοῦ ἀμπελῶνος16ἐλεύσεται καὶ ἀπολέσει τοὺς γεωργοὺς τούτους καὶ δώσει τὸν ἀμπελῶνα ἄλλοις Ἀκούσαντες δὲ εἶπαν Μὴ γένοιτο

17Ὁ δὲ ἐμβλέψας αὐτοῖς εἶπεν Τί οὖν ἐστιν τὸ γεγραμμένον τοῦτο Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες Οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας

18Πᾶς ὁ πεσὼν ἐπ’ ἐκεῖνον τὸν λίθον συνθλασθήσεται ἐφ’ ὃν δ’ ἂν πέσῃ λικμήσει αὐτόν

Paying Taxes to Caesar

19Καὶ ἐζήτησαν οἱ γραμματεῖς καὶ οἱ ἀρχιερεῖς ἐπιβαλεῖν ἐπ’ αὐτὸν τὰς χεῖρας ἐν αὐτῇ τῇ ὥρᾳ καὶ ἐφοβήθησαν τὸν λαόν ἔγνωσαν γὰρ ὅτι πρὸς αὐτοὺς εἶπεν τὴν παραβολὴν ταύτην

20Καὶ παρατηρήσαντες ἀπέστειλαν ἐνκαθέτους ὑποκρινομένους ἑαυτοὺς δικαίους εἶναι ἵνα ἐπιλάβωνται αὐτοῦ λόγου ὥστε παραδοῦναι αὐτὸν τῇ ἀρχῇ καὶ τῇ ἐξουσίᾳ τοῦ ἡγεμόνος21καὶ ἐπηρώτησαν αὐτὸν λέγοντες Διδάσκαλε οἴδαμεν ὅτι ὀρθῶς λέγεις καὶ διδάσκεις καὶ οὐ λαμβάνεις πρόσωπον ἀλλ’ ἐπ’ ἀληθείας τὴν ὁδὸν τοῦ Θεοῦ διδάσκεις22ἔξεστιν ἡμᾶς Καίσαρι φόρον δοῦναι ἢ οὔ

23Κατανοήσας δὲ αὐτῶν τὴν πανουργίαν εἶπεν πρὸς αὐτούς24Δείξατέ μοι δηνάριον τίνος ἔχει εἰκόνα καὶ ἐπιγραφήν Οἱ δὲ εἶπαν Καίσαρος

25Ὁ δὲ εἶπεν πρὸς αὐτούς Τοίνυν ἀπόδοτε τὰ Καίσαρος Καίσαρι καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ

26Καὶ οὐκ ἴσχυσαν ἐπιλαβέσθαι αὐτοῦ ῥήματος ἐναντίον τοῦ λαοῦ καὶ θαυμάσαντες ἐπὶ τῇ ἀποκρίσει αὐτοῦ ἐσίγησαν

The Sadducees and the Resurrection

27Προσελθόντες δέ τινες τῶν Σαδδουκαίων οἱ ἀντιλέγοντες ἀνάστασιν μὴ εἶναι ἐπηρώτησαν αὐτὸν28λέγοντες Διδάσκαλε Μωϋσῆς ἔγραψεν ἡμῖν ἐάν τινος ἀδελφὸς ἀποθάνῃ ἔχων γυναῖκα καὶ οὗτος ἄτεκνος ᾖ ἵνα λάβῃ ὁ ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα καὶ ἐξαναστήσῃ σπέρμα τῷ ἀδελφῷ αὐτοῦ29ἑπτὰ οὖν ἀδελφοὶ ἦσαν καὶ ὁ πρῶτος λαβὼν γυναῖκα ἀπέθανεν ἄτεκνος30καὶ ὁ δεύτερος31καὶ ὁ τρίτος ἔλαβεν αὐτήν ὡσαύτως δὲ καὶ οἱ ἑπτὰ οὐ κατέλιπον τέκνα καὶ ἀπέθανον32ὕστερον καὶ ἡ γυνὴ ἀπέθανεν33ἡ γυνὴ οὖν ἐν τῇ ἀναστάσει τίνος αὐτῶν γίνεται γυνή οἱ γὰρ ἑπτὰ ἔσχον αὐτὴν γυναῖκα

34Καὶ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς Οἱ υἱοὶ τοῦ αἰῶνος τούτου γαμοῦσιν καὶ γαμίσκονται35οἱ δὲ καταξιωθέντες τοῦ αἰῶνος ἐκείνου τυχεῖν καὶ τῆς ἀναστάσεως τῆς ἐκ νεκρῶν οὔτε γαμοῦσιν οὔτε γαμίζονται36οὐδὲ γὰρ ἀποθανεῖν ἔτι δύνανται ἰσάγγελοι γάρ εἰσιν καὶ υἱοί εἰσιν Θεοῦ τῆς ἀναστάσεως υἱοὶ ὄντες

37Ὅτι δὲ ἐγείρονται οἱ νεκροὶ καὶ Μωϋσῆς ἐμήνυσεν ἐπὶ τῆς Βάτου ὡς λέγει Κύριον Τὸν Θεὸν Ἀβραὰμ καὶ Θεὸν Ἰσαὰκ καὶ Θεὸν Ἰακώβ38Θεὸς δὲ οὐκ ἔστιν νεκρῶν ἀλλὰ ζώντων πάντες γὰρ αὐτῷ ζῶσιν

39Ἀποκριθέντες δέ τινες τῶν γραμματέων εἶπαν Διδάσκαλε καλῶς εἶπας40οὐκέτι γὰρ ἐτόλμων ἐπερωτᾶν αὐτὸν οὐδέν

Whose Son Is the Christ?

41Εἶπεν δὲ πρὸς αὐτούς Πῶς λέγουσιν τὸν Χριστὸν εἶναι Δαυὶδ υἱόν42αὐτὸς γὰρ Δαυὶδ λέγει ἐν βίβλῳ ψαλμῶν Εἶπεν Κύριος τῷ Κυρίῳ μου Κάθου ἐκ δεξιῶν μου

43Ἕως ἂν θῶ τοὺς ἐχθρούς σου Ὑποπόδιον τῶν ποδῶν σου

44Δαυὶδ οὖν αὐτὸν Κύριον καλεῖ καὶ πῶς αὐτοῦ υἱός ἐστιν

Beware of the Scribes

45Ἀκούοντος δὲ παντὸς τοῦ λαοῦ εἶπεν τοῖς μαθηταῖς αὐτοῦ46Προσέχετε ἀπὸ τῶν γραμματέων τῶν θελόντων περιπατεῖν ἐν στολαῖς καὶ φιλούντων ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς καὶ πρωτοκαθεδρίας ἐν ταῖς συναγωγαῖς καὶ πρωτοκλισίας ἐν τοῖς δείπνοις47οἳ κατεσθίουσιν τὰς οἰκίας τῶν χηρῶν καὶ προφάσει μακρὰ προσεύχονται οὗτοι λήμψονται περισσότερον κρίμα