James 5

Learning to read Greek? Start with the alphabet.

A Warning to the Rich

1Ἄγε νῦν οἱ πλούσιοι κλαύσατε ὀλολύζοντες ἐπὶ ταῖς ταλαιπωρίαις ὑμῶν ταῖς ἐπερχομέναις2ὁ πλοῦτος ὑμῶν σέσηπεν καὶ τὰ ἱμάτια ὑμῶν σητόβρωτα γέγονεν3ὁ χρυσὸς ὑμῶν καὶ ὁ ἄργυρος κατίωται καὶ ὁ ἰὸς αὐτῶν εἰς μαρτύριον ὑμῖν ἔσται καὶ φάγεται τὰς σάρκας ὑμῶν ὡς πῦρ Ἐθησαυρίσατε ἐν ἐσχάταις ἡμέραις4ἰδοὺ ὁ μισθὸς τῶν ἐργατῶν τῶν ἀμησάντων τὰς χώρας ὑμῶν ὁ ἀφυστερημένος ἀφ’ ὑμῶν κράζει καὶ αἱ βοαὶ τῶν θερισάντων εἰς τὰ ὦτα Κυρίου Σαβαὼθ εἰσεληλύθασιν

5Ἐτρυφήσατε ἐπὶ τῆς γῆς καὶ ἐσπαταλήσατε ἐθρέψατε τὰς καρδίας ὑμῶν ἐν ἡμέρᾳ σφαγῆς6κατεδικάσατε ἐφονεύσατε τὸν δίκαιον οὐκ ἀντιτάσσεται ὑμῖν

Patience in Suffering

7Μακροθυμήσατε οὖν ἀδελφοί ἕως τῆς παρουσίας τοῦ Κυρίου ἰδοὺ ὁ γεωργὸς ἐκδέχεται τὸν τίμιον καρπὸν τῆς γῆς μακροθυμῶν ἐπ’ αὐτῷ ἕως λάβῃ πρόϊμον καὶ ὄψιμον8μακροθυμήσατε καὶ ὑμεῖς στηρίξατε τὰς καρδίας ὑμῶν ὅτι ἡ παρουσία τοῦ Κυρίου ἤγγικεν9μὴ στενάζετε ἀδελφοί κατ’ ἀλλήλων ἵνα μὴ κριθῆτε ἰδοὺ ὁ κριτὴς πρὸ τῶν θυρῶν ἕστηκεν

10Ὑπόδειγμα λάβετε ἀδελφοί τῆς κακοπαθίας καὶ τῆς μακροθυμίας τοὺς προφήτας οἳ ἐλάλησαν ἐν τῷ ὀνόματι Κυρίου11ἰδοὺ μακαρίζομεν τοὺς ὑπομείναντας τὴν ὑπομονὴν Ἰὼβ ἠκούσατε καὶ τὸ τέλος Κυρίου εἴδετε ὅτι πολύσπλαγχνός ἐστιν ὁ Κύριος καὶ οἰκτίρμων

12Πρὸ πάντων δέ ἀδελφοί μου μὴ ὀμνύετε μήτε τὸν οὐρανὸν μήτε τὴν γῆν μήτε ἄλλον τινὰ ὅρκον ἤτω δὲ ὑμῶν τὸ Ναὶ ναί καὶ τὸ Οὒ οὔ ἵνα μὴ ὑπὸ κρίσιν πέσητε

The Prayer of Faith

13Κακοπαθεῖ τις ἐν ὑμῖν προσευχέσθω εὐθυμεῖ τις ψαλλέτω14ἀσθενεῖ τις ἐν ὑμῖν προσκαλεσάσθω τοὺς πρεσβυτέρους τῆς ἐκκλησίας καὶ προσευξάσθωσαν ἐπ’ αὐτὸν ἀλείψαντες αὐτὸν ἐλαίῳ ἐν τῷ ὀνόματι τοῦ Κυρίου15καὶ ἡ εὐχὴ τῆς πίστεως σώσει τὸν κάμνοντα καὶ ἐγερεῖ αὐτὸν ὁ Κύριος κἂν ἁμαρτίας ᾖ πεποιηκώς ἀφεθήσεται αὐτῷ

16Ἐξομολογεῖσθε οὖν ἀλλήλοις τὰς ἁμαρτίας καὶ εὔχεσθε ὑπὲρ ἀλλήλων ὅπως ἰαθῆτε πολὺ ἰσχύει δέησις δικαίου ἐνεργουμένη17Ἠλίας ἄνθρωπος ἦν ὁμοιοπαθὴς ἡμῖν καὶ προσευχῇ προσηύξατο τοῦ μὴ βρέξαι καὶ οὐκ ἔβρεξεν ἐπὶ τῆς γῆς ἐνιαυτοὺς τρεῖς καὶ μῆνας ἕξ18καὶ πάλιν προσηύξατο καὶ ὁ οὐρανὸς ὑετὸν ἔδωκεν καὶ ἡ γῆ ἐβλάστησεν τὸν καρπὸν αὐτῆς

Restoring a Sinner

19Ἀδελφοί μου ἐάν τις ἐν ὑμῖν πλανηθῇ ἀπὸ τῆς ἀληθείας καὶ ἐπιστρέψῃ τις αὐτόν20γινωσκέτω ὅτι ὁ ἐπιστρέψας ἁμαρτωλὸν ἐκ πλάνης ὁδοῦ αὐτοῦ σώσει ψυχὴν αὐτοῦ ἐκ θανάτου καὶ καλύψει πλῆθος ἁμαρτιῶν