James 4

Learning to read Greek? Start with the alphabet.

A Warning against Pride

1Πόθεν πόλεμοι καὶ πόθεν μάχαι ἐν ὑμῖν οὐκ ἐντεῦθεν ἐκ τῶν ἡδονῶν ὑμῶν τῶν στρατευομένων ἐν τοῖς μέλεσιν ὑμῶν2ἐπιθυμεῖτε καὶ οὐκ ἔχετε φονεύετε καὶ ζηλοῦτε καὶ οὐ δύνασθε ἐπιτυχεῖν μάχεσθε καὶ πολεμεῖτε οὐκ ἔχετε διὰ τὸ μὴ αἰτεῖσθαι ὑμᾶς3αἰτεῖτε καὶ οὐ λαμβάνετε διότι κακῶς αἰτεῖσθε ἵνα ἐν ταῖς ἡδοναῖς ὑμῶν δαπανήσητε

4Μοιχαλίδες οὐκ οἴδατε ὅτι ἡ φιλία τοῦ κόσμου ἔχθρα τοῦ Θεοῦ ἐστιν ὃς ἐὰν οὖν βουληθῇ φίλος εἶναι τοῦ κόσμου ἐχθρὸς τοῦ Θεοῦ καθίσταται5ἢ δοκεῖτε ὅτι κενῶς ἡ γραφὴ λέγει Πρὸς φθόνον ἐπιποθεῖ τὸ πνεῦμα ὃ κατῴκισεν ἐν ἡμῖν6μείζονα δὲ δίδωσιν χάριν διὸ λέγει Ὁ Θεὸς ὑπερηφάνοις ἀντιτάσσεται ταπεινοῖς δὲ δίδωσιν χάριν

Drawing Near to God

7Ὑποτάγητε οὖν τῷ Θεῷ ἀντίστητε δὲ τῷ διαβόλῳ καὶ φεύξεται ἀφ’ ὑμῶν8ἐγγίσατε τῷ Θεῷ καὶ ἐγγιεῖ ὑμῖν καθαρίσατε χεῖρας ἁμαρτωλοί καὶ ἁγνίσατε καρδίας δίψυχοι9ταλαιπωρήσατε καὶ πενθήσατε καὶ κλαύσατε ὁ γέλως ὑμῶν εἰς πένθος μετατραπήτω καὶ ἡ χαρὰ εἰς κατήφειαν10ταπεινώθητε ἐνώπιον Κυρίου καὶ ὑψώσει ὑμᾶς

11Μὴ καταλαλεῖτε ἀλλήλων ἀδελφοί ὁ καταλαλῶν ἀδελφοῦ ἢ κρίνων τὸν ἀδελφὸν αὐτοῦ καταλαλεῖ νόμου καὶ κρίνει νόμον εἰ δὲ νόμον κρίνεις οὐκ εἶ ποιητὴς νόμου ἀλλὰ κριτής12εἷς ἐστιν ὁ νομοθέτης καὶ κριτής ὁ δυνάμενος σῶσαι καὶ ἀπολέσαι σὺ δὲ τίς εἶ ὁ κρίνων τὸν πλησίον

Do Not Boast about Tomorrow

13Ἄγε νῦν οἱ λέγοντες Σήμερον ἢ αὔριον πορευσόμεθα εἰς τήνδε τὴν πόλιν καὶ ποιήσομεν ἐκεῖ ἐνιαυτὸν καὶ ἐμπορευσόμεθα καὶ κερδήσομεν14οἵτινες οὐκ ἐπίστασθε τὸ τῆς αὔριον ποία ἡ ζωὴ ὑμῶν ἀτμὶς γάρ ἐστε ἡ πρὸς ὀλίγον φαινομένη ἔπειτα καὶ ἀφανιζομένη

15Ἀντὶ τοῦ λέγειν ὑμᾶς Ἐὰν ὁ Κύριος θελήσῃ καὶ ζήσομεν καὶ ποιήσομεν τοῦτο ἢ ἐκεῖνο16νῦν δὲ καυχᾶσθε ἐν ταῖς ἀλαζονείαις ὑμῶν πᾶσα καύχησις τοιαύτη πονηρά ἐστιν17εἰδότι οὖν καλὸν ποιεῖν καὶ μὴ ποιοῦντι ἁμαρτία αὐτῷ ἐστιν