1 Timothy 3
Learning to read Greek? Start with the alphabet.
Qualifications for Overseers
1Πιστὸς ὁ λόγος εἴ τις ἐπισκοπῆς ὀρέγεται καλοῦ ἔργου ἐπιθυμεῖ2δεῖ οὖν τὸν ἐπίσκοπον ἀνεπίλημπτον εἶναι μιᾶς γυναικὸς ἄνδρα νηφάλιον σώφρονα κόσμιον φιλόξενον διδακτικόν3μὴ πάροινον μὴ πλήκτην ἀλλὰ ἐπιεικῆ ἄμαχον ἀφιλάργυρον
4τοῦ ἰδίου οἴκου καλῶς προϊστάμενον τέκνα ἔχοντα ἐν ὑποταγῇ μετὰ πάσης σεμνότητος5εἰ δέ τις τοῦ ἰδίου οἴκου προστῆναι οὐκ οἶδεν πῶς ἐκκλησίας Θεοῦ ἐπιμελήσεται6μὴ νεόφυτον ἵνα μὴ τυφωθεὶς εἰς κρίμα ἐμπέσῃ τοῦ διαβόλου7δεῖ δὲ καὶ μαρτυρίαν καλὴν ἔχειν ἀπὸ τῶν ἔξωθεν ἵνα μὴ εἰς ὀνειδισμὸν ἐμπέσῃ καὶ παγίδα τοῦ διαβόλου
Qualifications for Deacons
8Διακόνους ὡσαύτως σεμνούς μὴ διλόγους μὴ οἴνῳ πολλῷ προσέχοντας μὴ αἰσχροκερδεῖς9ἔχοντας τὸ μυστήριον τῆς πίστεως ἐν καθαρᾷ συνειδήσει10καὶ οὗτοι δὲ δοκιμαζέσθωσαν πρῶτον εἶτα διακονείτωσαν ἀνέγκλητοι ὄντες
11Γυναῖκας ὡσαύτως σεμνάς μὴ διαβόλους νηφαλίους πιστὰς ἐν πᾶσιν
12Διάκονοι ἔστωσαν μιᾶς γυναικὸς ἄνδρες τέκνων καλῶς προϊστάμενοι καὶ τῶν ἰδίων οἴκων13οἱ γὰρ καλῶς διακονήσαντες βαθμὸν ἑαυτοῖς καλὸν περιποιοῦνται καὶ πολλὴν παρρησίαν ἐν πίστει τῇ ἐν Χριστῷ Ἰησοῦ
The Mystery of Godliness
14Ταῦτά σοι γράφω ἐλπίζων ἐλθεῖν πρὸς σὲ ἐν τάχει15ἐὰν δὲ βραδύνω ἵνα εἰδῇς πῶς δεῖ ἐν οἴκῳ Θεοῦ ἀναστρέφεσθαι ἥτις ἐστὶν ἐκκλησία Θεοῦ ζῶντος στῦλος καὶ ἑδραίωμα τῆς ἀληθείας
16Καὶ ὁμολογουμένως μέγα ἐστὶν τὸ τῆς εὐσεβείας μυστήριον Ὃς ἐφανερώθη ἐν σαρκί ἐδικαιώθη ἐν πνεύματι ὤφθη ἀγγέλοις ἐκηρύχθη ἐν ἔθνεσιν ἐπιστεύθη ἐν κόσμῳ ἀνελήμφθη ἐν δόξῃ