1 Peter 5

Learning to read Greek? Start with the alphabet.

Instructions to Elders

1Πρεσβυτέρους τοὺς ἐν ὑμῖν παρακαλῶ ὁ συμπρεσβύτερος καὶ μάρτυς τῶν τοῦ Χριστοῦ παθημάτων ὁ καὶ τῆς μελλούσης ἀποκαλύπτεσθαι δόξης κοινωνός2ποιμάνατε τὸ ἐν ὑμῖν ποίμνιον τοῦ Θεοῦ ἐπισκοποῦντες μὴ ἀναγκαστῶς ἀλλὰ ἑκουσίως κατὰ Θεόν μηδὲ αἰσχροκερδῶς ἀλλὰ προθύμως3μηδ’ ὡς κατακυριεύοντες τῶν κλήρων ἀλλὰ τύποι γινόμενοι τοῦ ποιμνίου4καὶ φανερωθέντος τοῦ Ἀρχιποίμενος κομιεῖσθε τὸν ἀμαράντινον τῆς δόξης στέφανον

Cast Your Cares on Him

5Ὁμοίως νεώτεροι ὑποτάγητε πρεσβυτέροις πάντες δὲ ἀλλήλοις τὴν ταπεινοφροσύνην ἐγκομβώσασθε ὅτι Ὁ Θεὸς ὑπερηφάνοις ἀντιτάσσεται ταπεινοῖς δὲ δίδωσιν χάριν

6Ταπεινώθητε οὖν ὑπὸ τὴν κραταιὰν χεῖρα τοῦ Θεοῦ ἵνα ὑμᾶς ὑψώσῃ ἐν καιρῷ7πᾶσαν τὴν μέριμναν ὑμῶν ἐπιρίψαντες ἐπ’ αὐτόν ὅτι αὐτῷ μέλει περὶ ὑμῶν

8Νήψατε γρηγορήσατε ὁ ἀντίδικος ὑμῶν διάβολος ὡς λέων ὠρυόμενος περιπατεῖ ζητῶν τινα καταπιεῖν9ᾧ ἀντίστητε στερεοὶ τῇ πίστει εἰδότες τὰ αὐτὰ τῶν παθημάτων τῇ ἐν τῷ κόσμῳ ὑμῶν ἀδελφότητι ἐπιτελεῖσθαι

Benediction and Farewell

10Ὁ δὲ Θεὸς πάσης χάριτος ὁ καλέσας ὑμᾶς εἰς τὴν αἰώνιον αὐτοῦ δόξαν ἐν Χριστῷ ὀλίγον παθόντας αὐτὸς καταρτίσει στηρίξει σθενώσει θεμελιώσει11αὐτῷ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων ἀμήν

12Διὰ Σιλουανοῦ ὑμῖν τοῦ πιστοῦ ἀδελφοῦ ὡς λογίζομαι δι’ ὀλίγων ἔγραψα παρακαλῶν καὶ ἐπιμαρτυρῶν ταύτην εἶναι ἀληθῆ χάριν τοῦ Θεοῦ εἰς ἣν στῆτε

13Ἀσπάζεται ὑμᾶς ἡ ἐν Βαβυλῶνι συνεκλεκτὴ καὶ Μάρκος ὁ υἱός μου

14Ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἀγάπης Εἰρήνη ὑμῖν πᾶσιν τοῖς ἐν Χριστῷ