1 Corinthians 7
Learning to read Greek? Start with the alphabet.
Principles of Marriage
1Περὶ δὲ ὧν ἐγράψατε καλὸν ἀνθρώπῳ γυναικὸς μὴ ἅπτεσθαι2διὰ δὲ τὰς πορνείας ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω καὶ ἑκάστη τὸν ἴδιον ἄνδρα ἐχέτω
3Τῇ γυναικὶ ὁ ἀνὴρ τὴν ὀφειλὴν ἀποδιδότω ὁμοίως δὲ καὶ ἡ γυνὴ τῷ ἀνδρί4ἡ γυνὴ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει ἀλλὰ ὁ ἀνήρ ὁμοίως δὲ καὶ ὁ ἀνὴρ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει ἀλλὰ ἡ γυνή
5Μὴ ἀποστερεῖτε ἀλλήλους εἰ μήτι ἂν ἐκ συμφώνου πρὸς καιρὸν ἵνα σχολάσητε τῇ προσευχῇ καὶ πάλιν ἐπὶ τὸ αὐτὸ ἦτε ἵνα μὴ πειράζῃ ὑμᾶς ὁ Σατανᾶς διὰ τὴν ἀκρασίαν ὑμῶν6τοῦτο δὲ λέγω κατὰ συνγνώμην οὐ κατ’ ἐπιταγήν7θέλω δὲ πάντας ἀνθρώπους εἶναι ὡς καὶ ἐμαυτόν ἀλλὰ ἕκαστος ἴδιον ἔχει χάρισμα ἐκ Θεοῦ ὁ μὲν οὕτως ὁ δὲ οὕτως
8Λέγω δὲ τοῖς ἀγάμοις καὶ ταῖς χήραις καλὸν αὐτοῖς ἐὰν μείνωσιν ὡς κἀγώ9εἰ δὲ οὐκ ἐγκρατεύονται γαμησάτωσαν κρεῖττον γάρ ἐστιν γαμῆσαι ἢ πυροῦσθαι
10Τοῖς δὲ γεγαμηκόσιν παραγγέλλω οὐκ ἐγὼ ἀλλὰ ὁ Κύριος γυναῖκα ἀπὸ ἀνδρὸς μὴ χωρισθῆναι11ἐὰν δὲ καὶ χωρισθῇ μενέτω ἄγαμος ἢ τῷ ἀνδρὶ καταλλαγήτω καὶ ἄνδρα γυναῖκα μὴ ἀφιέναι
12Τοῖς δὲ λοιποῖς λέγω ἐγώ οὐχ ὁ Κύριος εἴ τις ἀδελφὸς γυναῖκα ἔχει ἄπιστον καὶ αὕτη συνευδοκεῖ οἰκεῖν μετ’ αὐτοῦ μὴ ἀφιέτω αὐτήν13καὶ γυνὴ εἴ τις ἔχει ἄνδρα ἄπιστον καὶ οὗτος συνευδοκεῖ οἰκεῖν μετ’ αὐτῆς μὴ ἀφιέτω τὸν ἄνδρα14ἡγίασται γὰρ ὁ ἀνὴρ ὁ ἄπιστος ἐν τῇ γυναικί καὶ ἡγίασται ἡ γυνὴ ἡ ἄπιστος ἐν τῷ ἀδελφῷ ἐπεὶ ἄρα τὰ τέκνα ὑμῶν ἀκάθαρτά ἐστιν νῦν δὲ ἅγιά ἐστιν
15Εἰ δὲ ὁ ἄπιστος χωρίζεται χωριζέσθω οὐ δεδούλωται ὁ ἀδελφὸς ἢ ἡ ἀδελφὴ ἐν τοῖς τοιούτοις ἐν δὲ εἰρήνῃ κέκληκεν ὑμᾶς ὁ Θεός16τί γὰρ οἶδας γύναι εἰ τὸν ἄνδρα σώσεις ἢ τί οἶδας ἄνερ εἰ τὴν γυναῖκα σώσεις
Live Your Calling
17Εἰ μὴ ἑκάστῳ ὡς ἐμέρισεν ὁ Κύριος ἕκαστον ὡς κέκληκεν ὁ Θεός οὕτως περιπατείτω καὶ οὕτως ἐν ταῖς ἐκκλησίαις πάσαις διατάσσομαι18περιτετμημένος τις ἐκλήθη μὴ ἐπισπάσθω ἐν ἀκροβυστίᾳ κέκληταί τις μὴ περιτεμνέσθω19ἡ περιτομὴ οὐδέν ἐστιν καὶ ἡ ἀκροβυστία οὐδέν ἐστιν ἀλλὰ τήρησις ἐντολῶν Θεοῦ
20Ἕκαστος ἐν τῇ κλήσει ᾗ ἐκλήθη ἐν ταύτῃ μενέτω21δοῦλος ἐκλήθης μή σοι μελέτω ἀλλ’ εἰ καὶ δύνασαι ἐλεύθερος γενέσθαι μᾶλλον χρῆσαι22ὁ γὰρ ἐν Κυρίῳ κληθεὶς δοῦλος ἀπελεύθερος Κυρίου ἐστίν ὁμοίως ὁ ἐλεύθερος κληθεὶς δοῦλός ἐστιν Χριστοῦ
23Τιμῆς ἠγοράσθητε μὴ γίνεσθε δοῦλοι ἀνθρώπων24ἕκαστος ἐν ᾧ ἐκλήθη ἀδελφοί ἐν τούτῳ μενέτω παρὰ Θεῷ
The Unmarried and Widowed
25Περὶ δὲ τῶν παρθένων ἐπιταγὴν Κυρίου οὐκ ἔχω γνώμην δὲ δίδωμι ὡς ἠλεημένος ὑπὸ Κυρίου πιστὸς εἶναι26Νομίζω οὖν τοῦτο καλὸν ὑπάρχειν διὰ τὴν ἐνεστῶσαν ἀνάγκην ὅτι καλὸν ἀνθρώπῳ τὸ οὕτως εἶναι27δέδεσαι γυναικί μὴ ζήτει λύσιν λέλυσαι ἀπὸ γυναικός μὴ ζήτει γυναῖκα28ἐὰν δὲ καὶ γαμήσῃς οὐχ ἥμαρτες καὶ ἐὰν γήμῃ ἡ παρθένος οὐχ ἥμαρτεν θλῖψιν δὲ τῇ σαρκὶ ἕξουσιν οἱ τοιοῦτοι ἐγὼ δὲ ὑμῶν φείδομαι
29Τοῦτο δέ φημι ἀδελφοί ὁ καιρὸς συνεσταλμένος ἐστίν τὸ λοιπὸν ἵνα καὶ οἱ ἔχοντες γυναῖκας ὡς μὴ ἔχοντες ὦσιν30καὶ οἱ κλαίοντες ὡς μὴ κλαίοντες καὶ οἱ χαίροντες ὡς μὴ χαίροντες καὶ οἱ ἀγοράζοντες ὡς μὴ κατέχοντες31καὶ οἱ χρώμενοι τὸν κόσμον ὡς μὴ καταχρώμενοι παράγει γὰρ τὸ σχῆμα τοῦ κόσμου τούτου
32Θέλω δὲ ὑμᾶς ἀμερίμνους εἶναι ὁ ἄγαμος μεριμνᾷ τὰ τοῦ Κυρίου πῶς ἀρέσῃ τῷ Κυρίῳ33ὁ δὲ γαμήσας μεριμνᾷ τὰ τοῦ κόσμου πῶς ἀρέσῃ τῇ γυναικί34καὶ μεμέρισται καὶ ἡ γυνὴ ἡ ἄγαμος καὶ ἡ παρθένος μεριμνᾷ τὰ τοῦ Κυρίου ἵνα ᾖ ἁγία καὶ τῷ σώματι καὶ τῷ πνεύματι ἡ δὲ γαμήσασα μεριμνᾷ τὰ τοῦ κόσμου πῶς ἀρέσῃ τῷ ἀνδρί
35Τοῦτο δὲ πρὸς τὸ ὑμῶν αὐτῶν σύμφορον λέγω οὐχ ἵνα βρόχον ὑμῖν ἐπιβάλω ἀλλὰ πρὸς τὸ εὔσχημον καὶ εὐπάρεδρον τῷ Κυρίῳ ἀπερισπάστως
36Εἰ δέ τις ἀσχημονεῖν ἐπὶ τὴν παρθένον αὐτοῦ νομίζει ἐὰν ᾖ ὑπέρακμος καὶ οὕτως ὀφείλει γίνεσθαι ὃ θέλει ποιείτω οὐχ ἁμαρτάνει γαμείτωσαν37ὃς δὲ ἕστηκεν ἐν τῇ καρδίᾳ αὐτοῦ ἑδραῖος μὴ ἔχων ἀνάγκην ἐξουσίαν δὲ ἔχει περὶ τοῦ ἰδίου θελήματος καὶ τοῦτο κέκρικεν ἐν τῇ ἰδίᾳ καρδίᾳ τηρεῖν τὴν ἑαυτοῦ παρθένον καλῶς ποιήσει
38Ὥστε καὶ ὁ γαμίζων τὴν ἑαυτοῦ παρθένον καλῶς ποιεῖ καὶ ὁ μὴ γαμίζων κρεῖσσον ποιήσει
39Γυνὴ δέδεται ἐφ’ ὅσον χρόνον ζῇ ὁ ἀνὴρ αὐτῆς ἐὰν δὲ κοιμηθῇ ὁ ἀνήρ ἐλευθέρα ἐστὶν ᾧ θέλει γαμηθῆναι μόνον ἐν Κυρίῳ40μακαριωτέρα δέ ἐστιν ἐὰν οὕτως μείνῃ κατὰ τὴν ἐμὴν γνώμην δοκῶ δὲ κἀγὼ Πνεῦμα Θεοῦ ἔχειν